Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.350 Joseph. AJ 12.355 (English) >>Joseph. AJ 12.359

12.353 δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πολεμοῦντες τοὺς Ἰδουμαίους οὐκ ἀνίεσαν, ἀλλʼ ἐνέκειντο πανταχόθεν αὐτοῖς, τήν τε Χεβρῶνα πόλιν καταλαβόμενοι ὅσον ὀχυρὸν αὐτῆς καθεῖλον καὶ τοὺς πύργους ἐμπρήσαντες ἐδῄουν τὴν ἀλλόφυλον χώραν καὶ Μάρισαν πόλιν, εἴς τε Ἄζωτον ἐλθόντες καὶ λαβόντες αὐτὴν διήρπασαν. πολλὰ δὲ σκῦλα καὶ λείαν κομίζοντες εἰς τὴν Ἰουδαίαν ὑπέστρεψαν. 12.354

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ βασιλεὺς Ἀντίοχος τὴν ἄνω χώραν ἐπερχόμενος ἀκούει πόλιν ἐν τῇ Περσίδι πλούτῳ διαφέρουσαν Ἐλυμαΐδα τοὔνομα καὶ πολυτελὲς ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ καὶ παντοδαπῶν ἀναθημάτων πλῆρες εἶναι ἔτι γε μὴν ὅπλα καὶ θώρακας, καταλιπεῖν ἐπυνθάνετο τὸν υἱὸν τὸν Φιλίππου βασιλέα δὲ Μακεδόνων Ἀλέξανδρον. 12.355κινηθεὶς οὖν ὑπὸ τούτων ὥρμησεν ἐπὶ τὴν Ἐλυμαΐδα καὶ προσβαλὼν αὐτὴν ἐπολιόρκει. τῶν δʼ ἐν αὐτῇ μὴ καταπλαγέντων τὴν ἔφοδον αὐτοῦ μηδὲ τὴν πολιορκίαν, ἀλλὰ καρτερῶς ἀντισχόντων ἀποκρούεται τῆς ἐλπίδος· ἀπωσάμενοι γὰρ ἀπὸ τῆς πόλεως καὶ ἐπεξελθόντες ἐδίωξαν, ὥστʼ αὐτὸν ἐλθεῖν εἰς Βαβυλῶνα φεύγοντα καὶ πολλοὺς ἀποβαλόντα τῆς στρατιᾶς. 12.356λυπουμένῳ δʼ ἐπὶ τῇ διαμαρτίᾳ ταύτῃ προσαγγέλλουσίν τινες καὶ τὴν τῶν στρατηγῶν ἧτταν, οὓς πολεμήσοντας τοῖς Ἰουδαίοις καταλελοίπει, καὶ τὴν ἰσχὺν ἤδη τὴν τῶν Ἰουδαίων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.350 Joseph. AJ 12.355 (English) >>Joseph. AJ 12.359

Powered by PhiloLogic